<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p>ὑμῖν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δύο, οὗτός θʼ ὁ καὶ τοῖς ἄλλοις καὶ πρόσεσθʼ ἕτερος
					τούτου πρότερος καὶ μείζων· δεῖ γὰρ ὑμᾶς βουλευομένους κρατῆσαι τῶν τἀναντία τῇ
					πόλει παρʼ ὑμῖν πράττειν προῃρημένων. ὅταν οὖν μηδὲν ᾖ διὰ τούτους ἀκονιτεὶ τῶν
					δεόντων γενέσθαι, πολλῶν διαμαρτάνειν ὑμᾶς εἰκότως συμβαίνει.</p></div><div type="textpart" subtype="section" n="32"><p>τοῦ μέντοι πολλοὺς ἀδεῶς ταύτην τὴν τάξιν αἱρεῖσθαι τῆς πολιτείας, ἴσως μὲν αἱ
					παρὰ τῶν μισθοδοτούντων αὐτοὺς ὠφέλειαι μάλιστʼ αἴτιαι, οὐ μὴν ἀλλὰ καὶ ὑμᾶς ἄν
					τις ἔχοι δικαίως αἰτιᾶσθαι. ἐχρῆν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν ἔχειν
					διάνοιαν ὑμᾶς περὶ τῆς ἐν τῇ πολιτείᾳ τάξεως ἥνπερ περὶ τῆς ἐν ταῖς στρατείαις
					ἔχετε. τίς οὖν ἐστιν αὕτη; ὑμεῖς τὸν λιπόντα τὴν ὑπὸ τοῦ στρατηγοῦ τάξιν
					ταχθεῖσαν, ἄτιμον οἴεσθε προσήκειν εἶναι καὶ μηδενὸς τῶν κοινῶν μετέχειν.</p></div><div type="textpart" subtype="section" n="33"><p>χρῆν τοίνυν καὶ τοὺς τὴν ὑπὸ τῶν προγόνων τάξιν ἐν τῇ πολιτείᾳ παραδεδομένην
					λιπόντας καὶ πολιτευομένους ὀλιγαρχικῶς ἀτίμους τοῦ συμβουλεύειν ὑμῖν αὐτοῖς
					ποιεῖσθαι· νῦν δὲ τῶν μὲν συμμάχων τοὺς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον κρινεῖν
					ὀμωμοκότας νομίζετʼ εὐνουστάτους, τῶν δὲ πολιτευομένων οὓς ἴστε σαφῶς τοὺς τῆς
					πόλεως ἐχθροὺς ᾑρημένους, τούτους πιστοτάτους ἡγεῖσθε.</p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἀλλὰ γὰρ οὐχ ὅ τι τις κατηγορήσει τούτων ἢ τοῖς ἄλλοις ὑμῖν ἐπιπλήξει χαλεπὸν
					εὑρεῖν, ἀλλʼ ἀφʼ ὁποίων λόγων ἢ πράξεως ποίας ἐπανορθώσεταί τις ἃ νῦν οὐκ ὀρθῶς
					ἔχει, τοῦτʼ ἔργον εὑρεῖν. ἴσως μὲν οὖν οὐδὲ τοῦ παρόντος καιροῦ περὶ πάντων
					λέγειν· ἀλλʼ ἐὰν ἃ προῄρησθε δυνηθῆτʼ ἐπικυρῶσαι συμφερούσῃ τινὶ πράξει, καὶ
					τἄλλʼ ἂν ἴσως καθʼ ἓν ἀεὶ βέλτιον σχοίη.</p></div><div type="textpart" subtype="section" n="35"><p>ἐγὼ μὲν οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμβάνεσθαι τῶν πραγμάτων τούτων ἐρρωμένως, καὶ πράττειν ἄξια τῆς πόλεως, ἐνθυμουμένους ὅτι χαίρετʼ ἀκούοντες, ὅταν τις ἐπαινῇ
					τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμένʼ ἐκείνοις διεξίῃ καὶ τὰ τρόπαια λέγῃ.
					νομίζετε τοίνυν ταῦτʼ ἀναθεῖναι τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητʼ αὐτὰ
					θεωροῦντες, ἀλλʼ ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.</p></div></div></body></text></TEI>