τίς γὰρ οὐκ οἶδεν αὐτῶν ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὑπειληφότες ὡμονόουν ἀλλήλοις, πολλῶν ἀγαθῶν ἦσαν κύριοι, ἐπειδὴ δὲ φίλον αὐτὸν νομίσαντες αὑτοῖς ὑπάρχειν περὶ τῶν πρὸς ἑαυτοὺς διηνέχθησαν διαφόρων, ὅσʼ ἂν οὐδὲ καταρώμενος εὗρέ τις αὐτοῖς, τοσαῦτα πεπόνθασι κακά; εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβώμεθα; μηδαμῶς· ἀλλὰ μηδʼ ἀδικῶμεν, αὐτῶν ἡμῶν εἵνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ταραχῆς καὶ ἀπιστίας· ἐπεὶ εἴ γʼ ὁμοθυμαδὸν ἦν μετὰ πάντων ἐπιθέσθαι μόνῳ, οὐδʼ ἀδικεῖν ἡμᾶς ἐκεῖνον ἀδίκημʼ ἂν ἔθηκα. ἐπειδὴ δὲ τοῦτʼ οὐχ οὕτως ἔχει, φυλάττεσθαί φημι δεῖν μὴ πρόφασιν δῶμεν βασιλεῖ τοῦ τὰ δίκαιʼ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ζητεῖν· ἡσυχίαν μὲν γὰρ ἐχόντων ὑμῶν ὕποπτος ἂν εἴη τοιοῦτόν τι πράττων, πόλεμον δὲ ποιησαμένων προτέρων εἰκότως ἂν δοκοίη διὰ τὴν πρὸς ὑμᾶς ἔχθραν τοῖς ἄλλοις φίλος εἶναι βούλεσθαι. μὴ οὖν ἐξελέγξηθʼ ὡς κακῶς ἔχει τὰ Ἑλληνικά, συγκαλοῦντες ὅτʼ οὐ πείσονται, καὶ πολεμοῦντες ὅτʼ οὐ δυνήσεσθε· ἀλλʼ ἔχεθʼ ἡσυχίαν θαρροῦντες καὶ παρασκευαζόμενοι, καὶ βούλεσθʼ ἀπαγγέλλεσθαι μὲν περὶ ὑμῶν πρὸς βασιλέα, μὴ μὰ Δίʼ ὡς ἀποροῦσιν ἢ φοβοῦνται ἢ θορυβοῦνται πάντες οἱ Ἕλληνες καὶ Ἀθηναῖοι , πολλοῦ γε καὶ δεῖ· ἀλλʼ ὅτι, εἰ μὲν μὴ τοῖς Ἕλλησιν ὁμοίως αἰσχρὸν ἦν τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν ὥσπερ ἐκείνῳ καλόν, πάλαι ἂν ἐπʼ αὐτὸν ὑμεῖς ἐπορεύεσθε, νῦν δὲ τοῦτο μὲν οὐκ ἂν ποιήσαιτε ὑμῶν ἕνεκʼ αὐτῶν, εὔχεσθε δὲ πᾶσι τοῖς θεοῖς τὴν αὐτὴν λαβεῖν παράνοιαν ἐκεῖνον ἥνπερ ποτὲ τοὺς προγόνους αὐτοῦ. καὶ ταῦτʼ ἂν ἐπίῃ σκοπεῖν αὐτῷ, οὐκ ὀλιγώρως ὑμᾶς βουλευομένους εὑρήσει. ἐκ μέν γε τῶν πρὸς τοὺς ἑαυτοῦ προγόνους πολέμων σύνοιδε τὴν πόλιν εὐδαίμονα καὶ μεγάλην γεγενημένην, ἐκ δὲ τῆς ἡσυχίας ἧς ἦγέ ποτε, οὐδεμιᾶς τῶν Ἑλληνίδων πόλεων τοσοῦτον ὅσον νῦν ὑπεραίρουσαν. καὶ μὴν καὶ τοὺς Ἕλληνας ὁρᾷ δεομένους ἤτοι τινὸς ἑκουσίου ἢ ἀκουσίου διαλλακτοῦ, τοῦτον δʼ αὑτὸν ἂν οἶδε φανέντʼ αὐτοῖς, εἰ πόλεμον κινοίη. ὥστε καὶ γνώριμα καὶ πίστʼ αὐτῷ τῶν ἀπαγγελλόντων ἀκούειν ἔσται.