<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="27"><p>φέρε γάρ, ἑκατοστήν τις εἰσφέρειν ἐρεῖ νῦν; οὐκοῦν ἑξήκοντα τάλαντα. ἀλλὰ
					πεντηκοστήν τις ἐρεῖ, τὸ διπλοῦν; οὐκοῦν ἑκατὸν καὶ εἴκοσι. καὶ τί τοῦτʼ ἔστι
					πρὸς διακοσίας καὶ χιλίας καμήλους, ἃς βασιλεῖ τὰ χρήματʼ ἄγειν φασὶν οὗτοι;
					ἀλλὰ θῶ βούλεσθε δωδεκάτην ἡμᾶς εἰσοίσειν, πεντακόσια τάλαντα; ἀλλʼ οὔτʼ ἂν
					ἀνάσχοισθε οὔτʼ, εἰ καταθεῖτε, ἄξια τοῦ πολέμου τὰ χρήματα.</p></div></div></body></text></TEI>