εἰ μέντοι τὰ νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμενʼ αἴσθοιντο, οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ πρῶτος εἰσενέγκαι· τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ τὰ ὄντʼ ἀπολωλέναι ἢ μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ τῶν λοιπῶν εἰσενεγκεῖν; χρήματα μὲν δή φημʼ εἶναι τότε, ἂν ὡς ἀληθῶς δέῃ, πρότερον δʼ οὔ. διὸ μηδὲ ζητεῖν παραινῶ· ὅσα γὰρ νῦν πορίσαιτʼ ἄν, εἰ προέλοισθε πορίζειν, πλείων ἐστὶ γέλως τοῦ μηδενός. φέρε γάρ, ἑκατοστήν τις εἰσφέρειν ἐρεῖ νῦν; οὐκοῦν ἑξήκοντα τάλαντα. ἀλλὰ πεντηκοστήν τις ἐρεῖ, τὸ διπλοῦν; οὐκοῦν ἑκατὸν καὶ εἴκοσι. καὶ τί τοῦτʼ ἔστι πρὸς διακοσίας καὶ χιλίας καμήλους, ἃς βασιλεῖ τὰ χρήματʼ ἄγειν φασὶν οὗτοι; ἀλλὰ θῶ βούλεσθε δωδεκάτην ἡμᾶς εἰσοίσειν, πεντακόσια τάλαντα; ἀλλʼ οὔτʼ ἂν ἀνάσχοισθε οὔτʼ, εἰ καταθεῖτε, ἄξια τοῦ πολέμου τὰ χρήματα. δεῖ τοίνυν ὑμᾶς τὰ μὲν ἄλλα παρασκευάσασθαι, τὰ δὲ χρήματα νῦν μὲν ἐᾶν τοὺς κεκτημένους ἔχειν (οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σῴζοιτο τῇ πόλει), ἐὰν δέ ποθʼ οὗτος ὁ καιρὸς ἔλθῃ, τόθʼ ἑκόντων εἰσφερόντων αὐτῶν λαμβάνειν. ταῦτα δὲ καὶ δυνάτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πράττειν καλὰ καὶ συμφέροντα καὶ βασιλεῖ περὶ ὑμῶν ἐπιτήδειʼ ἀπαγγελθῆναι, καὶ φόβος οὐκ ὀλίγος γένοιτʼ ἂν ἐκείνῳ διὰ τούτων. οἶδε μέν γε διακοσίαις τριήρεσιν, ὧν ἑκατὸν παρεσχόμεθʼ ἡμεῖς, τοὺς προγόνους αὐτοῦ χιλίας ἀπολέσαντας ναῦς, ἀκούσεται δὲ τριακοσίας αὐτοὺς ὑμᾶς νῦν παρεσκευασμένους τριήρεις· ὥστε μὴ κομιδῇ, μηδʼ εἰ πάνυ μαίνοιτο, νομίσαι ῥᾴδιόν τι τὸ τὴν ἡμετέραν πόλιν ἐχθρὰν ποιήσασθαι. ἀλλὰ μὴν εἴ γʼ ἐπὶ χρήμασιν αὐτῷ μέγʼ ἐπέρχεται φρονεῖν, καὶ ταύτην ἀσθενεστέραν ἀφορμὴν τῆς ὑμετέρας εὑρήσει. ὁ μέν γε χρυσίον, ὥς φασιν, ἄγει πολύ. τοῦτο δʼ ἂν διαδῷ ζητήσει· καὶ γὰρ τὰς κρήνας καὶ τὰ φρέατʼ ἐπιλείπειν πέφυκεν, ἄν τις ἀπʼ αὐτῶν ἁθρόα πολλὰ λαμβάνῃ. ἡμῖν δὲ τὸ τῆς χώρας τίμημʼ ὑπάρχον ἀφορμὴν ἑξακισχίλια τάλαντα ἀκούσεται, ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας ἐκείνων ἀμυνόμεθα, οἱ Μαραθῶνι τῶν προγόνων αὐτοῦ μάλιστʼ ἂν εἰδεῖεν, ἕως δʼ ἂν κρατῶμεν, οὐκ ἔνι δήπου χρήμαθʼ ἡμᾶς ἐπιλείπειν.