<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="12"><p>καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δʼ ἃ κελεύουσιν οὗτοι μὴ
					ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι; ὅτι
					νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς. αὐτοὺς δʼ οὐ
					προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλʼ οὔπω μείζων ἔσθʼ
					ὁ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν οὖν ἀλλʼ ἢ
					ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.</p></div></div></body></text></TEI>