<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><p>ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵνʼ ἅμʼ
					εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵνʼ ὑμῖν, ὦ
					ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθʼ οἷάπερ νυνὶ συμβαίνῃ· τοὺς στρατηγοὺς κρίνετε, καὶ
					περίεσθʼ ὑμῖν ἐκ τῶν πραγμάτων <q>ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνʼ εἰσήγγειλεν,</q>
					ἄλλο δʼ οὐδέν.</p></div></div></body></text></TEI>