<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="34"><p>ἐγὼ δὲ παραινέσαιμʼ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε) ἔλαττον φρονεῖν καὶ τὰ
					ὑμέτερʼ αὐτῶν ἀγαπᾶν πράττοντας, ἢ μείζω δύναμιν παρασκευάζεσθαι. εἰ μὲν οὖν
					Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν, ἔλαττον φρονεῖν
					συνεβούλευον ἄν· ἐπειδὴ δʼ ἔστʼ Ἀθηναῖοι, τὸ τὴν δύναμιν παρασκευάσασθαι
					παραινῶ· αἰσχρὸν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος
					τάξιν, ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν.</p></div></div></body></text></TEI>