τούτων δʼ αἴτιον ἁπάντων, ὅτι τότε μὲν ὁ δῆμος δεσπότης ἦν καὶ κύριος ἁπάντων, καὶ ἀγαπητὸν ἦν παρʼ ἐκείνου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινὸς μεταλαμβάνειν, νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οὗτοι, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὁ δὲ δῆμος ἐν ὑπηρέτου καὶ προσθήκης μέρει, καὶ ὑμεῖς ἀγαπᾶθʼ ἃν οὗτοι μεταδιδῶσι λαμβάνοντες. τοιγαροῦν ἐκ τούτων τοιαῦτα τὰ πράγματα τῆς πόλεώς ἐστιν ὥστε, εἴ τις ἀναγνοίη τὰ ψηφίσμαθʼ ὑμῶν καὶ τὰς πράξεις ἐφεξῆς διέλθοι, οὐδʼ ἂν εἷς πιστεύσαι τῶν αὐτῶν εἶναι ταῦτα κἀκεῖνα. οἷον ἃ πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθʼ ἀποτεμνομένους τὴν ὀργάδα, ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν· ἃ πρὸς Φλειασίους, ὅτʼ ἐξέπεσον ἔναγχος, βοηθεῖν, μὴ ἐπιτρέπειν τοῖς σφαγεῦσι, τῶν ἐν Πελοποννήσῳ τοὺς βουλομένους παρακαλεῖν. ἅπαντα καλά, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα καὶ δίκαια καὶ τῆς πόλεως ἄξια· τὰ ἔργα δὲ τἀπὸ τούτων οὐδαμοῦ. οὐκοῦν τὴν μὲν ἀπέχθειαν διὰ τῶν ψηφισμάτων ἐκφέρεσθε, τῶν δʼ ἔργων οὐδενὸς κύριοι γίγνεσθε· τὰ μὲν γὰρ ψηφίσματα πρὸς τὸ τῆς πόλεως ἀξίωμα ψηφίζεσθε, τὴν δύναμιν δʼ οὐκ ἀκόλουθον ὧν ψηφίζεσθʼ ἔχετε. ἐγὼ δὲ παραινέσαιμʼ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερʼ αὐτῶν ἀγαπᾶν πράττοντας, ἢ μείζω δύναμιν παρασκευάζεσθαι. εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν, ἔλαττον φρονεῖν συνεβούλευον ἄν· ἐπειδὴ δʼ ἔστʼ Ἀθηναῖοι, τὸ τὴν δύναμιν παρασκευάσασθαι παραινῶ· αἰσχρὸν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν. πρὸς δὲ τούτοις οὐδʼ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε· πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται, καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι, τοῖς δʼ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι. ὅλως δʼ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς—οὐκ ἔνεστιν αὐτοῖς, ὅταν βούλωνται, παύσασθαι—τοῦτο καὶ ὑμῖν περιέστηκε· πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν.