ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν εἰσηγησαίμην, οὔτʼ ἂν ἀντείποιμʼ ὡς οὐ δεῖ λαμβάνειν· παραινῶ μέντοι σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ὅτι τἀργύριον μέν ἐστι τοῦθʼ, ὑπὲρ οὗ βουλεύεσθε, μικρόν, τὸ δʼ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου. εἰ μὲν οὖν μετὰ τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατασκευάσεσθε, οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστʼ ὠφελήσετε τὴν πόλιν καὶ ὑμᾶς αὐτούς· εἰ δὲ τοῦ μὲν λαμβάνειν καὶ ἑορτὴ καὶ πᾶσʼ ἀρκέσει πρόφασις, τοῦ δʼ ἃ πρὸς τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε, ὁρᾶτε μήποθʼ, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν, σφόδρʼ ἡμαρτηκέναι νομίσητε.