<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p>καὶ νὴ Δίʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς,
					καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες, οἷον <q>ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ
						σωτηρία,</q> καὶ <q>δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν.</q> ἐγὼ δʼ
					οἶδʼ ὅτι ταῦτα μὲν ὑμῖν <del>τὰ δικαστήρια</del> τῶν πρὸς ἀλλήλους δικαίων ἐστὶ
					κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία
					τῆς πολιτείας.</p></div></div></body></text></TEI>