<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="14"><p>οἷον (ὅπως δὲ μὴ θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντʼ εἴπω) ἀνέῳξαν δήπου πρώην
					τινὲς τὸν ὀπισθόδομον. οὐκοῦν οἱ παριόντες ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς
					νόμους οὐκέτʼ εἶναι, τοιαῦτʼ ἔλεγον. καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ σκοπεῖτʼ ἂν
					ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες ἄξιʼ ἐποίουν θανάτου, ὁ δῆμος δʼ οὐ διὰ
					τούτων καταλύεται. πάλιν κώπας τις ὑφείλετο· μαστιγοῦν, στρεβλοῦν πάντες οἱ
					λέγοντες, τὸν δῆμον καταλύεσθαι. ἐγὼ δὲ τί φημί; τὸν μὲν ὑφαιρούμενον θανάτου
					ποιεῖν ἄξια, ὥσπερ ἐκεῖνοι, τὸν δῆμον δʼ οὐ διὰ τούτων καταλύεσθαι.</p></div></div></body></text></TEI>