<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><p>ἐγὼ δʼ εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι πεῖσαι, τηλικαῦτʼ ἂν οἶμαι τὴν πόλιν
					πρᾶξαι ἀγαθὰ ὥστʼ, εἰ νῦν εἰπεῖν ἐπιχειρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς μείζοσιν
					ἢ δυνατοῖς· οὐ μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν οἶμαι, εἰ τὰ βέλτιστʼ ἀκούειν ὑμᾶς
					συνεθίζω. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν βουλόμενόν τι ποιῆσαι τὴν πόλιν ἡμῶν
					ἀγαθὸν τὰ ὦτα πρῶτον ὑμῶν ἰάσασθαι· διέφθαρται γάρ· οὕτω πολλὰ καὶ ψευδῆ καὶ
					πάντα μᾶλλον ἢ τὰ βέλτιστʼ ἀκούειν εἴθισθε.</p></div></div></body></text></TEI>