<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent">περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλησίαν ποιεῖσθʼ, ὦ ἄνδρες
					Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτʼ ἐπιτιμήσαντα τοῖς νέμουσι
					καὶ διδοῦσι τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν
					πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθʼ ὡς δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρʼ
					ἐν χρείᾳ τοῦ λαβεῖν οὖσιν· οὐδέτεροι γὰρ πρὸς τὸ τῇ πόλει συμφέρον σκοποῦντες
					οὔτʼ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι τὸ πρᾶγμα, ἀλλʼ ὡς ἑκάτεροι χρείας καὶ
					περιουσίας ἔχουσιν.</p></div></div></body></text></TEI>