<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="9"><p>καίτοι πῶς ἐστὶ τοῦτʼ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶναι
					φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δʼ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην
					ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφʼ ὑμῶν· καὶ Σιτάλκου μὲν ἀποθανόντος, ᾧ μετέδοτε τῆς
					πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου
					πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς; καὶ ταῦτα σαφῶς εἰδότας ὅτι τῶν λαμβανόντων τὰς
					δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν φροντίζει
					τῶν ὑμετέρων.</p></div></div></body></text></TEI>