<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="4"><p>καίτοι τὸ παρανομεῖν εἰς κήρυκα καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι
					δοκεῖ καὶ μάλισθʼ ὑμῖν· Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτʼ ἐλήλυθεν
					ὁ δῆμος ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπομνήματα δὲ τῆς ἀδικίας ἔστησαν
					ἀνδριάντα πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφʼ οἷς παθόντες οὕτως ἐμισήσατε
					τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας;</p></div></div></body></text></TEI>