τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει. γνοὺς ἐγὼ ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸς ἡμᾶς, ἵνʼ ἐὰν μὲν ἐμὴ γνωσθῇ, παρʼ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δʼ ὑμετέρα κριθῇ, τότʼ ἀποδῶ τῷ δήμῳ.