<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent">Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἐπειδὴ πολλάκις μου πρέσβεις
					ἀποστείλαντος, ἵνʼ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν
					ἐποιεῖσθʼ ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ
					θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν
					ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς.</p></div></div></body></text></TEI>