<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="2"><p>ὅτι δὲ χρὴ μήτʼ ὀρρωδεῖν ὑμᾶς τὴν ἐκείνου δύναμιν μήτʼ ἀγεννῶς ἀντιταχθῆναι πρὸς
					αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ πᾶσιν ὡς ἁπλῶς εἰπεῖν ἀφειδῶς
					ὁρμῆσαι πρὸς τὸν πόλεμον, ἐγὼ πειράσομαι διδάσκειν. πρῶτον μὲν γὰρ εἰκός, ὦ
					ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ὑμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς, ὧν
					ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν καὶ τοὺς ὅρκους ὑπερβὰς λέλυκεν ἀδίκως τὴν εἰρήνην·
				</p></div></div></body></text></TEI>