<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="76"><p>ταῦτʼ ἐστὶ τἀληθῆ, μετὰ πάσης παρρησίας, ἁπλῶς εὐνοίᾳ τὰ βέλτιστʼ εἰρημένα, οὐ
					κολακείᾳ βλάβης καὶ ἀπάτης λόγος μεστός, ἀργύριον τῷ λέγοντι ποιήσων, τὰ δὲ
					πράγματα τῆς πόλεως τοῖς ἐχθροῖς ἐγχειριῶν. ἢ οὖν παυστέον τούτων τῶν ἐθῶν, ἢ
					μηδένʼ ἄλλον αἰτιατέον τοῦ πάντα φαύλως ἔχειν ἢ ὑμᾶς αὐτούς.</p></div></div></body></text></TEI>