<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="7"><p rend="indent">τοῦ χάριν δὴ ταῦτα λέγω καὶ διεξέρχομαι; οὐ γὰρ ἀπεχθάνεσθαι μὰ τὸν Δία καὶ
					πάντας θεοὺς προαιροῦμαι. ἵνʼ ὑμῶν ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο γνῷ καὶ
					εἰδῇ, ὅτι ἡ καθʼ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία, ὥσπερ τοῖς ἰδίοις βίοις, οὕτω καὶ
					ταῖς πόλεσιν οὐκ ἐφʼ ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως, ἀλλʼ ἐπὶ
					τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ.</p></div></div></body></text></TEI>