<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="65"><p>ὥστε καρπωσάμενοί τινʼ ἕκαστοι τούτων πλεονεξίαν, οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ
					πεπόνθασιν, οἱ δʼ ὅταν ποτὲ συμβῇ πείσονται. ὑμεῖς δʼ ὧν μὲν <sic>ἀπεστέρησθε</sic>
					σιωπῶ· ἀλλʼ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσʼ ἐξηπάτησθε, πόσων
					ἀπεστέρησθε. οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν
					Κερσοβλέπτην αὐτόν; οὐ νῦν Καρδίαν ἔχει καὶ ὁμολογεῖ;</p></div></div></body></text></TEI>