ἀλλʼ ὅμως εἰς τοσαῦτα μέρη καὶ τοσαύτας δυναστείας διῃρημένων τῶν Ἑλληνικῶν πραγμάτων , εἰ δεῖ τἀληθῆ μετὰ παρρησίας εἰπεῖν, τὰ παρʼ οὐδέσι τούτων ἀρχεῖα καὶ βουλευτήριʼ ἐρημότερʼ ἄν τις ἴδοι τῶν Ἑλληνικῶν πραγμάτων ἢ τὰ παρʼ ἡμῖν, εἰκότως· οὔτε γὰρ φιλῶν οὔτε πιστεύων οὔτε φοβούμενος οὐδεὶς ἡμῖν διαλέγεται.