γνοίητε δʼ ἄν, εἰ σκέψαισθʼ ἐκείνως. πότε μάλιστʼ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε πράγματα; οὐδένα γὰρ χρόνον ἄλλον ἢ τὸν νυνὶ παρόντʼ οὐδʼ ἂν εἷς εἴποι. τὸν μὲν γὰρ ἄλλον ἅπαντʼ εἰς δύο ταῦτα διῄρητο τὰ τῶν Ἑλλήνων, Λακεδαιμονίους καὶ ἡμᾶς, τῶν δʼ ἄλλων Ἑλλήνων οἱ μὲν ἡμῖν, οἱ δʼ ἐκείνοις ὑπήκουον. βασιλεὺς δὲ καθʼ αὑτὸν μὲν ὁμοίως ἅπασιν ἄπιστος ἦν, τοὺς δὲ κρατουμένους τῷ πολέμῳ προσλαμβάνων, ἄχρι οὗ τοῖς ἑτέροις ἐξ ἴσου ποιήσαι, διεπιστεύετο, ἔπειτʼ οὐχ ἧττον αὐτὸν ἐμίσουν οὓς σώσειε τῶν ὑπαρχόντων ἐχθρῶν ἐξ ἀρχῆς.