<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="28"><p rend="indent">τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτʼ ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς
					σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ
					πολλοῦ δεῖ, οὐ μὴν ἀλλʼ ἔχει τινὰ πρόφασιν ὅμως· τὸ δὲ μηδʼ ὅσʼ ἀκοῦσαι δεῖ μηδʼ
					ὅσα βουλεύσασθαι προσήκει, μηδὲ ταῦτʼ ἐθέλειν <del>ἀκούειν</del>, τοῦτʼ ἤδη
					πᾶσαν ἐπιδέχεται κατηγορίαν.</p></div></div></body></text></TEI>