<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="20"><p>ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασι, καὶ Φίλιππον δʼ αὐτὸν οὐδὲν ἂν
					ἄλλʼ οἶμαι μὰ τοὺς θεοὺς εὔξασθαι ποιεῖν τὴν πόλιν ἢ ταῦθʼ ἃ νῦν ποιεῖτε·
					ὑστερίζετε, ἀναλίσκετε· ὅτῳ παραδώσετε τὰ πράγματα ζητεῖτε, δυσχεραίνετε·
					ἀλλήλους αἰτιᾶσθε. ἀφʼ οὗ δὲ ταῦτα γίγνεται ἐγὼ διδάξω, καὶ ὅπως παύσεται λέξω.
				</p></div></div></body></text></TEI>