<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="2"><p>ἡ μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, ᾗ πρὸς ἅπαντας ἀνθρώπους Φίλιππος χρῆται,
					τοσαύτη τὸ πλῆθος ὅσην ἀκούετε· ὅτι δʼ οὐκ ἔνι ταύτης ἐκεῖνον ἐπισχεῖν ἐκ λόγου
					καὶ δημηγορίας οὐδεὶς ἀγνοεῖ δήπου. καὶ γὰρ εἰ μηδʼ ἀφʼ ἑνὸς τῶν ἄλλων τοῦτο
					μαθεῖν δύναταί τις, ὡδὶ λογισάσθω. ἡμεῖς οὐδαμοῦ πώποτε, ὅπου περὶ τῶν δικαίων
					εἰπεῖν ἐδέησεν, ἡττήθημεν οὐδʼ ἀδικεῖν ἐδόξαμεν, ἀλλὰ πάντων πανταχοῦ κρατοῦμεν
					καὶ περίεσμεν τῷ λόγῳ.</p></div></div></body></text></TEI>