<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="11"><p rend="indent">εἰσὶν δέ τινες οἳ πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν
					πραγμάτων λόγους εὐθέως εἰώθασιν ἐρωτᾶν <q>τί οὖν χρὴ ποιεῖν;</q> οὐχ ἵνʼ
					ἀκούσαντες ποιήσωσι (χρησιμώτατοι γὰρ ἂν ἦσαν ἁπάντων), ἀλλʼ ἵνα τοῦ λέγοντος
					ἀπαλλαγῶσιν. δεῖ δʼ ὅμως εἰπεῖν ὅ τι χρὴ ποιεῖν. πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι,
					τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν
					εἰρήνην λέλυκεν, καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως
					ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς, οἵπερ αὐτὸν ἐξολέσειαν, οὐδενὶ
					μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδʼ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲν
					τῶν πάντων ἢ πῶς ταύτην καταλύσει.</p></div></div></body></text></TEI>