<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent">καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, καὶ ἀναγκαῖα τῇ
					πόλει, πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν. οὐκ ὀλίγων δʼ ὄντων
					ἁμαρτημάτων οὐδʼ ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτʼ ἔχει, οὐδέν
					ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων δυσκολώτερον εἰς τὸ παρὸν ἢ ὅτι ταῖς
					γνώμαις ὑμεῖς ἀφεστήκατε τῶν πραγμάτων, καὶ τοσοῦτον χρόνον σπουδάζεθʼ ὅσον ἂν
					κάθησθʼ ἀκούοντες ἢ προσαγγελθῇ τι νεώτερον, εἶτʼ ἀπελθὼν ἕκαστος ὑμῶν οὐ μόνον
					οὐδὲν φροντίζει περὶ αὐτῶν, ἀλλʼ οὐδὲ μέμνηται.</p></div></div></body></text></TEI>