<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="66"><p>καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασε, Κλειτάρχῳ δʼ ἐνέδωκεν αὑτόν· δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι. καλῶς Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον χειροτονησάντων, τὸν δʼ Ἀπολλωνίδην ἐκβαλόντων.</p></div><div type="textpart" subtype="section" n="67"><p>μωρία καὶ κακία τὰ τοιαῦτʼ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε <add>μηδέν</add>, μηδʼ ἂν ὁτιοῦν ᾖ, δεινὸν πείσεσθαι.</p></div><div type="textpart" subtype="section" n="68"><p>καὶ μὴν ἐκεῖνό γʼ αἰσχρόν, ὕστερόν ποτʼ εἰπεῖν <q>τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δίʼ, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.</q> πόλλʼ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι.</p></div><div type="textpart" subtype="section" n="69"><p>ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρʼ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθʼ ἑκὼν μήτʼ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δʼ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή.</p></div><div type="textpart" subtype="section" n="70"><p>καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. ἐγὼ νὴ Δίʼ ἐρῶ, καὶ γράψω δέ, ὥστʼ ἂν βούλησθε χειροτονήσετε. αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γʼ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·</p></div></div></body></text></TEI>