<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="63"><p rend="indent">τί οὖν ποτʼ αἴτιον, θαυμάζετʼ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν; ὅπερ καὶ παρʼ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· τὰ γὰρ πράγματʼ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δʼ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.</p></div></div></body></text></TEI>