<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="48"><p>πρῶτον μὲν γὰρ ἀκούω Λακεδαιμονίους τότε καὶ πάντας τοὺς ἄλλους, τέτταρας μῆνας ἢ πέντε, τὴν ὡραίαν αὐτήν, ἐμβαλόντας ἂν καὶ κακώσαντας τὴν χώραν ὁπλίταις καὶ πολιτικοῖς στρατεύμασιν ἀναχωρεῖν ἐπʼ οἴκου πάλιν· οὕτω δʼ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ὥστʼ οὐδὲ χρημάτων ὠνεῖσθαι παρʼ οὐδενὸς οὐδέν, ἀλλʼ εἶναι νόμιμόν τινα καὶ προφανῆ τὸν πόλεμον.</p></div></div></body></text></TEI>