<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="44"><p>τοῦτο δʼ ἐστὶν οὐχ ἣν οὑτωσί τις ἂν φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ, τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλʼ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ φόνου δικάσασθαι, ἀλλʼ εὐαγὲς ᾖ τὸ ἀποκτεῖναι, <q>καὶ ἄτιμος</q> φησὶ <q>τεθνάτω.</q> τοῦτο δὴ λέγει, καθαρὸν τὸν τούτων τινʼ ἀποκτείναντʼ εἶναι.</p></div></div></body></text></TEI>