ἴστε γὰρ δήπου τοῦθʼ ὅτι Τιμόθεός ποτʼ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν, ὅτε Θηβαῖοι κατεδουλοῦντʼ αὐτούς, καὶ λέγων εἶπεν οὕτω πως· εἰπέ μοι, βουλεύεσθε, ἔφη, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν; οὐκ ἐμπλήσετε τὴν θάλατταν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρων; οὐκ ἀναστάντες ἤδη πορεύσεσθʼ εἰς τὸν Πειραιᾶ; οὐ καθέλξετε τὰς ναῦς; οὐκοῦν εἶπε μὲν ταῦθʼ ὁ Τιμόθεος, ἐποιήσατε δʼ ὑμεῖς· ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμʼ ἐπράχθη. εἰ δʼ ὁ μὲν εἶπεν ὡς οἷόν τε τὰ ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δʼ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρʼ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει; οὐχ οἷόν τε. οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖνʼ εἴπῃ, τὰ μὲν ἔργα παρʼ ὑμῶν αὐτῶν ζητεῖτε, τὰ δὲ βέλτιστα ἐπιστήμῃ λέγειν παρὰ τοῦ παριόντος.