οὐδὲν ἂν τούτων εἴποιμι, ἀλλʼ ὅτι τῶν τοιούτων πολιτευμάτων οὐδὲν πολιτεύομαι, ἀλλὰ δυνάμενος ἂν ἴσως, ὥσπερ καὶ ἕτεροι, καὶ κατηγορεῖν καὶ χαρίζεσθαι καὶ δημεύειν καὶ τἄλλʼ ἃ ποιοῦσιν οὗτοι ποιεῖν, οὐδʼ ἐφʼ ἓν τούτων πώποτʼ ἐμαυτὸν ἔταξα, οὐδὲ προήχθην οὔθʼ ὑπὸ κέρδους οὔθʼ ὑπὸ φιλοτιμίας, ἀλλὰ διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ παρʼ ὑμῖν, ὑμεῖς δʼ, εἰ πείσεσθέ μοι, μείζους ἂν εἴητε· οὕτω γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν. οὐδʼ ἔμοιγε δοκεῖ δικαίου τοῦτʼ εἶναι πολίτου, τοιαῦτα πολιτεύμαθʼ εὑρίσκειν ἐξ ὧν ἐγὼ μὲν πρῶτος ὑμῶν ἔσομαι εὐθέως, ὑμεῖς δὲ τῶν ἄλλων ὕστατοι· ἀλλὰ συναυξάνεσθαι δεῖ τὴν πόλιν τοῖς τῶν ἀγαθῶν πολιτῶν πολιτεύμασι, καὶ τὸ βέλτιστον ἀεί, μὴ τὸ ῥᾷστον ἅπαντας λέγειν· ἐπʼ ἐκεῖνο μὲν γὰρ ἡ φύσις αὐτὴ βαδιεῖται, ἐπὶ τοῦτο δὲ τῷ λόγῳ δεῖ προάγεσθαι διδάσκοντα τὸν ἀγαθὸν πολίτην. ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος, ὡς ἄρʼ ἐγὼ λέγω μὲν ἀεὶ τὰ βέλτιστα, ἔστιν δʼ οὐδὲν ἀλλʼ ἢ λόγοι τὰ παρʼ ἐμοῦ, δεῖ δʼ ἔργων τῇ πόλει καὶ πράξεώς τινος. ἐγὼ δʼ ὡς ἔχω περὶ τούτων, λέξω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι. οὐδʼ εἶναι νομίζω τοῦ συμβουλεύοντος ὑμῖν ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα. καὶ τοῦθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι Τιμόθεός ποτʼ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν, ὅτε Θηβαῖοι κατεδουλοῦντʼ αὐτούς, καὶ λέγων εἶπεν οὕτω πως· εἰπέ μοι, βουλεύεσθε, ἔφη, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν; οὐκ ἐμπλήσετε τὴν θάλατταν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρων; οὐκ ἀναστάντες ἤδη πορεύσεσθʼ εἰς τὸν Πειραιᾶ; οὐ καθέλξετε τὰς ναῦς; οὐκοῦν εἶπε μὲν ταῦθʼ ὁ Τιμόθεος, ἐποιήσατε δʼ ὑμεῖς· ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμʼ ἐπράχθη. εἰ δʼ ὁ μὲν εἶπεν ὡς οἷόν τε τὰ ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δʼ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρʼ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει; οὐχ οἷόν τε. οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖνʼ εἴπῃ, τὰ μὲν ἔργα παρʼ ὑμῶν αὐτῶν ζητεῖτε, τὰ δὲ βέλτιστα ἐπιστήμῃ λέγειν παρὰ τοῦ παριόντος.