<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="62"><p>πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλʼ ἔμοιγε δοκεῖ ποιεῖν ἢ τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δʼ ἀπειλεῖν ἤδη; οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετʼ εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδʼ ἂν εἰπεῖν δύναιτʼ οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησε καὶ πόλλʼ ἕτερα·</p></div><div type="textpart" subtype="section" n="63"><p>Θηβαίους νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου πολλοῦ καὶ χαλεποῦ· ὥστε καρπωσάμενοί τινʼ ἕκαστοι τούτων πλεονεξίαν οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πάντες ἴσασιν, οἱ δʼ ὅταν ποτὲ συμβῇ πείσονται. ὑμεῖς δʼ ὧν μὲν <sic>ἀπεστέρησθε,</sic> σιωπῶ· ἀλλʼ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσʼ ἐξηπάτησθε, πόσων ἀπεστέρησθε.</p></div></div></body></text></TEI>