νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ ἃ πεισόμεθα, ἂν ταῦτα μὴ ʼθέλωμεν ποιεῖν· καὶ τὸ διαρπασθήσεται τὰ χρήματα τῷ φυλακὴν εἰπεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀφεστάναι. καίτοι ἔγωγʼ ἀγανακτῶ καὶ αὐτὸ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν χρήματα λυπεῖ τινὰς ὑμῶν εἰ διαρπασθήσεται, ἃ καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἀδικοῦντας ἐφʼ ὑμῖν ἐστι, τὴν δʼ Ἑλλάδα πᾶσαν οὑτωσὶ Φίλιππος ἐφεξῆς ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτʼ ἐφʼ ὑμᾶς ἁρπάζων.