καὶ δὴ καὶ νῦν τῷ Διοπείθει στράτευμʼ ἔχοντι σαφῶς ἐστι τοῦτο δῆλον ὅτι δώσουσι χρήματα πάντες οὗτοι· πόθεν γὰρ οἴεσθʼ ἄλλοθεν τὸν μήτε λαβόντα παρʼ ὑμῶν μηδὲν μήτʼ αὐτὸν ἔχονθʼ ὁπόθεν μισθοδοτήσει, στρατιώτας τρέφειν; ἐκ τοῦ οὐρανοῦ; οὐκ ἔστι ταῦτα, ἀλλʼ ἀφʼ ὧν ἀγείρει καὶ προσαιτεῖ καὶ δανείζεται, ἀπὸ τούτων διάγει. οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κατηγοροῦντες ἐν ὑμῖν ἢ προλέγουσιν ἅπασι μηδʼ ὁτιοῦν ἐκείνῳ διδόναι, ὡς καὶ τοῦ μελλῆσαι δώσοντι δίκην, μή τι ποιήσαντί γʼ ἢ καταπραξαμένῳ. τοῦτʼ εἰσὶν οἱ λόγοι· μέλλει πολιορκεῖν, τοὺς Ἕλληνας ἐκδίδωσιν. μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων; ἀμείνους μέντἂν εἶεν τῶν ἄλλων ἢ τῆς πατρίδος κήδεσθαι.