ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν, καὶ τί μέλλει ποιεῖν, καὶ πάντα τὰ τοιαυτί, οὔτʼ, ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερʼ αὐτῶν πράττειν ἐθέλομεν, ἀλλʼ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξιʼ ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις τούτοις συναγωνιζόμεθα. ὑμεῖς μὲν τοίνυν εἰώθαθʼ ἑκάστοτε τὸν παριόντʼ ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν; ἐγὼ δʼ ὑμᾶς ἐρωτῆσαι βούλομαι, τί οὖν χρὴ λέγειν; εἰ γὰρ μήτʼ εἰσοίσετε, μήτʼ αὐτοὶ στρατεύσεσθε, μήτε τῶν κοινῶν ἀφέξεσθε, μήτε τὰς συντάξεις δώσετε, μήθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐάσετε, μήτε τὰ ὑμέτερʼ αὐτῶν πράττειν ἐθελήσετε, οὐκ ἔχω τί λέγω. οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων προκατηγορούντων ἀκροᾶσθαι, —τί ἄν τις λέγοι;