<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="18"><p>καὶ τίς ἐγγυητής ἐστι τούτου; ἆρʼ ὁρᾶτε καὶ λογίζεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ; τί δʼ, ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρʼ ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπʼ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδʼ αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, ἢ κατασκευάζειν ἐκεῖ τινʼ ἀσχολίαν αὐτῷ; ἐγὼ μὲν οἴομαι τοῦτο.</p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ταῦτα τοίνυν ἅπαντας εἰδότας καὶ λογιζομένους χρή, οὐ μὰ Δίʼ οὐχ ἣν Διοπείθης πειρᾶται τῇ πόλει δύναμιν παρασκευάζειν, ταύτην βασκαίνειν καὶ διαλῦσαι πειρᾶσθαι, ἀλλʼ ἑτέραν αὐτοὺς προσπαρασκευάζειν καὶ συνευποροῦντας ἐκείνῳ χρημάτων καὶ τἄλλʼ οἰκείως συναγωνιζομένους.</p></div></div></body></text></TEI>