<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p>νὴ Δία, κακοδαιμονῶσι γὰρ ἅνθρωποι καὶ ὑπερβάλλουσιν ἀνοίᾳ. πάνυ γε, ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει. καὶ μὴν οὐδʼ ἐκεῖνό γε δῆλόν ἐστιν ἡμῖν, ὡς ἐπὶ Χερρόνησον οὐχ ἥξει· ἀλλʼ εἴγʼ ἐκ τῆς ἐπιστολῆς δεῖ σκοπεῖν ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρονήσῳ.</p></div><div type="textpart" subtype="section" n="17"><p>ἂν μὲν τοίνυν ᾖ τὸ συνεστηκὸς στράτευμα, καὶ τῇ χώρᾳ βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου τι κακῶς ποιῆσαι· εἰ δʼ ἅπαξ διαλυθήσεται, τί ποιήσομεν, ἂν ἐπὶ Χερρόνησον ἴῃ; <q>κρινοῦμεν Διοπείθη νὴ Δία.</q> καὶ τί τὰ πράγματʼ ἔσται βελτίω; <q>ἀλλʼ ἐνθένδʼ ἂν βοηθήσαιμεν αὐτοί.</q> ἂν δʼ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; <q>ἀλλὰ μὰ Δίʼ οὐχ ἥξει.</q></p></div></div></body></text></TEI>