<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="12"><p>εἶτʼ, οἶμαι, συμβαίνει τῷ μὲν ἐφʼ ἃν ἔλθῃ, ταῦτʼ ἔχειν κατὰ πολλὴν ἡσυχίαν, ἡμῖν δʼ ὑστερίζειν, καὶ ὅσʼ ἂν δαπανήσωμεν, ἅπαντα μάτην ἀνηλωκέναι, καὶ τὴν μὲν ἔχθραν καὶ τὸ βούλεσθαι κωλύειν ἐνδεδεῖχθαι, ὑστερίζοντας δὲ τῶν ἔργων αἰσχύνην προσοφλισκάνειν.</p></div><div type="textpart" subtype="section" n="13"><p>μὴ τοίνυν ἀγνοεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τὰ νῦν τἄλλα μέν ἐστι λόγοι ταῦτα καὶ προφάσεις, πράττεται δὲ καὶ κατασκευάζεται τοῦτο, ὅπως ὑμῶν μὲν οἴκοι μενόντων, ἔξω δὲ μηδεμιᾶς οὔσης τῇ πόλει δυνάμεως, μετὰ πλείστης ἡσυχίας ἅπανθʼ ὅσα βούλεται Φίλιππος διοικήσεται. θεωρεῖτε γὰρ τὸ παρὸν πρῶτον, ὃ γίγνεται.</p></div></div></body></text></TEI>