<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p>ὥσπερ τὴν ὑπάρχουσαν τῇ πόλει δύναμιν καταλῦσαι ζητοῦσι, τὸν ἐφεστηκότα καὶ πορίζοντα χρήματα ταύτῃ διαβάλλοντες ἐν ὑμῖν, οὕτω τὴν Φιλίππου δύναμιν δεῖξαι διαλυθησομένην, ἂν ὑμεῖς ταῦτα πεισθῆτε. εἰ δὲ μή, σκοπεῖθʼ ὅτι οὐδὲν ἄλλο ποιοῦσιν ἢ καθιστᾶσι τὴν πόλιν εἰς τὸν αὐτὸν τρόπον διʼ οὗ τὰ <del>παρόντα</del> πράγμαθʼ ἅπαντʼ ἀπολώλεκεν.</p></div><div type="textpart" subtype="section" n="11"><p>ἴστε γὰρ δήπου τοῦθʼ ὅτι οὐδενὶ τῶν πάντων πλέον κεκράτηκε Φίλιππος, ἢ τῷ πρότερος πρὸς τοῖς πράγμασι γίγνεσθαι. ὁ μὲν γὰρ ἔχων δύναμιν συνεστηκυῖαν ἀεὶ περὶ αὑτὸν καὶ προειδὼς ἃ βούλεται πρᾶξαι, ἐξαίφνης ἐφʼ οὓς ἂν αὐτῷ δόξῃ πάρεστιν· ἡμεῖς δʼ ἐπειδὰν πυθώμεθά τι γιγνόμενον, τηνικαῦτα θορυβούμεθα καὶ παρασκευαζόμεθα.</p></div></div></body></text></TEI>