<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="20"><p>καὶ οἱ μὲν πρέσβεις αὐτοί, ὧν κατεψεύδετο τὸ ψήφισμα, ὅτʼ ἀπεκρίνεσθε αὐτοῖς ἀναγιγνώσκοντες καὶ ἐπὶ ξένια αὐτοὺς ἐκαλεῖτε, οὐκ ἐτόλμησαν παρελθεῖν, οὐδʼ εἰπεῖν ὅτι <q>καταψεύδεσθε ἡμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φατὲ ἡμᾶς εἰρηκέναι ἃ οὐκ εἰρήκαμεν,</q> ἀλλὰ σιωπῇ ἀπιόντες ᾤχοντο. βούλομαι δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι (καὶ γὰρ ηὐδοκίμησεν ὁ Πύθων παρʼ ὑμῖν ἐν τῇ δημηγορίᾳ, ὁ τότε πρεσβεύων), αὐτοὺς τοὺς λόγους οὓς ἔλεγεν ὑπομνῆσαι· οἶδα γὰρ ὅτι μέμνησθε.</p></div></div></body></text></TEI>