<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p>καίτοι Ἀθηναίων οἱ ἐν Ποτειδαίᾳ κατοικοῦντες, οὐκ ὄντος αὐτοῖς πολέμου πρὸς Φίλιππον, ἀλλὰ συμμαχίας, καὶ ὅρκων ὀμωμοσμένων, οὓς Φίλιππος τοῖς οἰκοῦσιν ἐν Ποτειδαίᾳ ὤμοσεν, ἀφῃρέθησαν ὑπʼ αὐτοῦ τὰ κτήματα. ταῦτα δὴ βούλεται τἀδικήματα πανταχῶς παρʼ ὑμῖν βεβαιώσασθαι, ὅτι οὔτʼ ἐγκαλεῖτε οὔθʼ ἡγεῖσθε ἀδικεῖσθαι·</p></div></div></body></text></TEI>