συμβαίνει δὴ πρᾶγμʼ ἀναγκαῖον, οἶμαι, καὶ ἴσως εἰκός· ἐν οἷς ἑκάτεροι διατρίβετε καὶ περὶ ἃ σπουδάζετε, ταῦτʼ ἄμεινον ἑκατέροις ἔχει, ἐκείνῳ μὲν αἱ πράξεις, ὑμῖν δʼ οἱ λόγοι. εἰ μὲν οὖν καὶ νῦν λέγειν δικαιότερʼ ὑμῖν ἐξαρκεῖ, ῥᾴδιον, καὶ πόνος οὐδεὶς πρόσεστι τῷ πράγματι· εἰ δʼ ὅπως τὰ παρόντʼ ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντʼ ἔτι πορρωτέρω λήσει πάνθʼ ἡμᾶς, μηδʼ ἐπιστήσεται μέγεθος δυνάμεως πρὸς ἣν οὐδʼ ἀντᾶραι δυνησόμεθα, οὐχ ὁ αὐτὸς τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ τοῖς λέγουσιν ἅπασι καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον.