<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="36"><p>εἰ γὰρ μὴ παρεκρούσθητε τόθʼ ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει πρᾶγμα· οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ τὰς Πύλας καὶ Φωκέας, ἀλλʼ ἢ τὰ δίκαιʼ ἂν ἐποίει καὶ τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, ἢ παραχρῆμʼ ἂν ἦν ἐν ὁμοίῳ πολέμῳ διʼ ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν.</p></div><div type="textpart" subtype="section" n="37"><p>ταῦτʼ οὖν, ὡς μὲν ὑπομνῆσαι, νῦν ἱκανῶς εἴρηται, ὡς δʼ ἂν ἐξετασθείη μάλιστʼ ἀκριβῶς, μὴ γένοιτʼ, ὦ πάντες θεοί· οὐδένα γὰρ βουλοίμην ἔγωγʼ ἄν, οὐδʼ εἰ δίκαιός ἐστʼ ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας δίκην ὑποσχεῖν.</p></div></div></body></text></TEI>