<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="12"><p>οἶδεν οὖν ἀμφοτέρους ἰδίᾳ τὸ λυσιτελοῦν ἀγαπήσοντας, οὐχ ὅ τι συνοίσει κοινῇ τοῖς Ἕλλησι σκεψομένους. ἡγεῖτʼ οὖν, εἰ μὲν ὑμᾶς ἕλοιτο, φίλους ἐπὶ τοῖς δικαίοις αἱρήσεσθαι, εἰ δʼ ἐκείνοις προσθεῖτο, συνεργοὺς ἕξειν τῆς αὑτοῦ πλεονεξίας. διὰ ταῦτʼ ἐκείνους ἀνθʼ ὑμῶν καὶ τότε καὶ νῦν αἱρεῖται. οὐ γὰρ δὴ τριήρεις γʼ ὁρᾷ πλείους αὐτοῖς ἢ ὑμῖν οὔσας· οὐδʼ ἐν τῇ μεσογείᾳ τινʼ ἀρχὴν εὕρηκε, τῆς δʼ ἐπὶ τῇ θαλάττῃ καὶ τῶν ἐμπορίων ἀφέστηκεν· οὐδʼ ἀμνημονεῖ τοὺς λόγους οὐδὲ τὰς ὑποσχέσεις, ἐφʼ αἷς τῆς εἰρήνης ἔτυχεν.</p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">ἀλλὰ νὴ Δίʼ, εἴποι τις ἂν ὡς πάντα ταῦτʼ εἰδώς, οὐ πλεονεξίας ἕνεκʼ οὐδʼ ὧν ἐγὼ κατηγορῶ τότε ταῦτʼ ἔπραξεν, ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ἢ ὑμᾶς ἀξιοῦν. ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν αὐτῷ νῦν εἰπεῖν· ὁ γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι κελεύων, πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;</p></div></div></body></text></TEI>