<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="37"><p>εἶτʼ αὐτοὺς πάλιν, εἶτʼ ἀντεμβιβάζειν, εἶτʼ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλεν τὸ ἐφʼ ὃ ἂν ἐκπλέωμεν·  τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ παρασκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν. ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθʼ ἡμῖν ὑπάρχειν, οὐδὲν οἷαί τʼ οὖσαι ποιεῖν ἐπʼ αὐτῶν τῶν καιρῶν ἐξελέγχονται. ὁ δʼ εἰς τοῦθʼ ὕβρεως ἐλήλυθεν ὥστʼ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς.</p></div></div></body></text></TEI>