<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="27"><p>οὐ γὰρ ἐχρῆν, ὦ ἄνδρες Ἀθηναῖοι, ταξιάρχους παρʼ ὑμῶν, ἵππαρχον παρʼ ὑμῶν, ἄρχοντας οἰκείους εἶναι, ἵνʼ ἦν ὡς ἀληθῶς τῆς πόλεως ἡ δύναμις; ἀλλʼ εἰς μὲν Λῆμνον τὸν παρʼ ὑμῶν ἵππαρχον δεῖ πλεῖν, τῶν δʼ ὑπὲρ τῶν τῆς πόλεως κτημάτων ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν. καὶ οὐ τὸν ἄνδρα μεμφόμενος ταῦτα λέγω, ἀλλʼ ὑφʼ ὑμῶν ἔδει κεχειροτονημένον εἶναι τοῦτον, ὅστις ἂν ᾖ.</p></div></div></body></text></TEI>