<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="25"><p>τί οὖν κελεύω; τὰς προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτῶν, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας·  ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασιν. εἰ γὰρ ἔροιτό τις ὑμᾶς, <q>εἰρήνην ἄγετʼ, ὦ ἄνδρες Ἀθηναῖοι;</q> <q>μὰ Δίʼ οὐχ ἡμεῖς γʼ,</q> εἴποιτʼ ἄν, <q>ἀλλὰ Φιλίππῳ πολεμοῦμεν.</q></p></div></div></body></text></TEI>